Add parallel Print Page Options

28 Καὶ ἐγένετο ὅτε [a]ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς [b]αὐτῶν.

[c]Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς [d]προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο [e]αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

[f]Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. [g]καὶ λέγει [h]αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. [i]καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ [j]ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, [k]παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, [l]ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ [m]παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.

18 Ἰδὼν δὲ ὁ Ἰησοῦς [n]πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:28 ἐτέλεσεν WH Treg NIV ] συνετέλεσεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:29 αὐτῶν WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:1 Καταβάντος δὲ αὐτοῦ WH Treg NIV ] Καταβάντι δὲ αὐτῷ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:2 προσελθὼν WH Treg NIV ] ἐλθὼν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:3 αὐτοῦ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:5 Εἰσελθόντος δὲ αὐτοῦ WH Treg NIV ] Εἰσελθόντι δὲ αὐτῷ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 καὶ Treg NIV RP ] WH
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:8 καὶ ἀποκριθεὶς NIV RP ] ἀποκριθεὶς δὲ WH Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:9 ἐξουσίαν Treg NIV RP ] + τασσόμενος WH
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:10 παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ WH Treg NIV ] οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 ὡς WH NIV ] καὶ ὡς Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 παῖς WH Treg ] + αὐτοῦ NIV RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:18 πολλοὺς ὄχλους Treg RP ] ὄχλον WH NIV